Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.171 Joseph. AJ 9.175 (English) >>Joseph. AJ 9.180

9.173

Εἰκοστῷ δὲ καὶ πρώτῳ τῆς Ἰωάσου βασιλείας παρέλαβε τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν Ἰώαζος τοῦ Ἰηοῦδος υἱὸς ἐν Σαμαρείᾳ καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑπτὰ καὶ δέκα τοῦ μὲν πατρὸς οὐδʼ αὐτὸς μιμητὴς γενόμενος, ἀσεβήσας δʼ ὅσα καὶ οἱ πρῶτοι τοῦ θεοῦ καταφρονήσαντες. 9.174ἐταπείνωσε δʼ αὐτὸν καὶ συνέστειλεν ἐκ τῆς τοσαύτης δυνάμεως τῶν Σύρων βασιλεὺς εἰς ὁπλίτας μυρίους καὶ πεντήκοντα ἱππεῖς στρατεύσας ἐπʼ αὐτὸν καὶ πόλεις τε μεγάλας καὶ πολλὰς αὐτοῦ ἀφελόμενος καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρας. 9.175ταῦτα δʼ ἔπαθεν τῶν Ἰσραηλιτῶν λαὸς κατὰ τὴν Ἐλισσαίου προφητείαν, ὅτε Ἀζάηλον βασιλεύσειν προεῖπε τῶν Σύρων καὶ Δαμασκηνῶν ἀποκτείναντα τὸν δεσπότην. ὢν δὲ ἐν οὕτως ἀπόροις κακοῖς Ἰώαζος ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ θεοῦ κατέφυγε ῥύσασθαι τῶν Ἀζαήλου χειρῶν αὐτὸν παρακαλῶν καὶ μὴ περιϊδεῖν ὑπʼ ἐκείνῳ γενόμενον. 9.176 δὲ θεὸς καὶ τὴν μετάνοιαν ὡς ἀρετὴν ἀποδεχόμενος καὶ νουθετεῖν μᾶλλον τοὺς δυναμένους τελέως μὴ ἀπολλύειν δοκοῦν αὐτῷ, δίδωσιν αὐτῷ τὴν ἐκ τοῦ πολέμου καὶ τῶν κινδύνων ἄδειαν. εἰρήνης δʼ χώρα λαβομένη ἀνέδραμέ τε πάλιν εἰς τὴν προτέραν κατάστασιν καὶ εὐθήνησε. 9.177

Μετὰ δὲ τὴν Ἰωάζου τελευτὴν ἐκδέχεται τὴν ἀρχὴν υἱὸς αὐτοῦ Ἰώασος. ἕβδομον ἤδη καὶ τριακοστὸν ἔτος βασιλεύοντος Ἰωάσου τῆς Ἰούδα φυλῆς παρέλαβε τὴν ἀρχὴν οὗτος Ἰώασος ἐν Σαμαρείᾳ τῶν Ἰσραηλιτῶν· καὶ γὰρ αὐτὸς τὴν αὐτὴν εἶχε προσηγορίαν τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ· καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑκκαίδεκα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.171 Joseph. AJ 9.175 (English) >>Joseph. AJ 9.180

Powered by PhiloLogic